Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.23 Joseph. AJ 11.28 (English) >>Joseph. AJ 11.33

11.26

Ἀναγνοὺς δὲ Καμβύσης τὴν ἐπιστολὴν καὶ φύσει πονηρὸς ὢν κινεῖται πρὸς τὰ δεδηλωμένα καὶ γράφει τάδε λέγων· “βασιλεὺς Καμβύσης Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελζέμῳ καὶ Σεμελίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Φοινίκῃ τάδε λέγει. 11.27ἀναγνοὺς τὰ πεμφθέντα παρʼ ὑμῶν γράμματα ἐκέλευσα ἐπισκέψασθαι τὰ τῶν προγόνων μου βιβλία, καὶ εὑρέθη πόλις ἐχθρὰ βασιλεῦσιν ἀεὶ γεγενημένη, καὶ στάσεις καὶ πολέμους οἱ ἐνοικοῦντες πραγματευσάμενοι, καὶ βασιλεῖς αὐτῶν ἔγνωμεν δυνατοὺς καὶ βιαίους φορολογήσαντας κοίλην Συρίαν καὶ Φοινίκην. 11.28ἐγὼ τοίνυν προσέταξα μὴ συγχωρεῖν τοῖς Ἰουδαίοις οἰκοδομεῖν τὴν πόλιν, μὴ ἐπὶ πλέον αὐξηθῇ τὰ τῆς κακίας αὐτῶν, χρώμενοι πρὸς τοὺς βασιλεῖς διατετελέ 11.29κασιν.” τούτων ἀναγνωσθέντων τῶν γραμμάτων Ῥάθυμος καὶ Σεμέλιος γραμματεὺς καὶ οἱ τούτοις συντεταγμένοι παραχρῆμα ἐπιπηδήσαντες ἵπποις ἔσπευσαν εἰς Ἱεροσόλυμα πλῆθος ἐπαγόμενοι πολύ, καὶ διεκώλυσαν οἰκοδομεῖν τοὺς Ἰουδαίους τὴν πόλιν καὶ τὸν ναόν. 11.30καὶ ταῦτα μὲν ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς Δαρείου βασιλείας τοῦ Περσῶν ἐπʼ ἄλλα ἔτη ἐννέα· Καμβύσης γὰρ ἓξ ἔτη βασιλεύσας, καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον ὑποστρέψας ἐτελεύτησεν ἐν Δαμασκῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.23 Joseph. AJ 11.28 (English) >>Joseph. AJ 11.33

Powered by PhiloLogic